1.1 (ט.d.i) Greek

Zeus’ Plan (Greek text) in: EuropeGreek

“Διὸς δ’ ἐτελείετο βουλή”
ἄλλοι δὲ ἀπὸ ἱστορίας τινὸς εἶπον εἰρηκέναι τὸν Ὅμηρον. φασὶ γὰρ τὴν Γῆν βαρουμένην ὑπὸ ἀνθρώπων πολυπληθίας, μηδεμιᾶς ἀνθρώπων οὔσης εὐσεβείας, αἰτῆσαι τὸν Δία κουφισθῆναι τοῦ ἄχθους· τὸν δὲ Δία πρῶτον μὲν εὐθὺς ποιῆσαι τὸν Θηβαϊκὸν πόλεμον, δι’ οὗ πολλοὺς πάνυ ἀπώλεσεν, ὕστερον δὲ πάλιν τὸν Ἰλιακόν, συμβούλωι τῶι Μώμωι χρησάμενος, ἣν Διὸς βουλὴν Ὅμηρός φησιν, ἐπειδὴ οἷός τε ἦν κεραυνοῖς ἢ κατακλυσμοῖς ἅπαντας διαφθείρειν· ὅπερ τοῦ Μώμου κωλύσαντος, ὑποθεμένου δὲ αὐτῶι γνώμας δύο, τὴν Θέτιδος θνητογαμίαν καὶ θυγατρὸς καλῆς γένναν, ἐξ ὧν ἀμφοτέρων πόλεμος Ἕλλησί τε καὶ βαρβάροις ἐγένετο, ἀφ’ οὗ συνέβη κουφισθῆναι τὴν γῆν πολλῶν ἀναιρεθέντων. ἡ δὲ ἱστορία παρὰ Στασίνωι τῶι τὰ Κύπρια πεποιηκότι, εἰπόντι οὕτως·
ἦν ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζόμενα <αἰεί ἀνθρώπων ἐ>βάρυ<νε βαθυ>στέρνου πλάτος αἴης. Ζεὺς δὲ ἰδὼν ἐλέησε, καὶ ἐν πυκιναῖς
πραπίδεσσιν
κουφίσαι ἀνθρώπων παμβώτορα σύνθετο γαῖαν, ῥιπίσσας πολέμου μεγάλην ἔριν Ἰλιακοῖο, ὄφρα κενώσειεν θανάτωι βάρος. οἳ δ’ ἐνὶ Τροίηι ἥρωες κτείνοντο, Διὸς δ’ ἐτελείετο βουλή.

(ט.d.i) Greek(ט.d.ii) West (2003)(ט.d.iii) Secondary sources

– West, Martin L., Greek Fragments, (Cambridge, MA: Harvard University Press, 2003), pp. 80-82.

– Van Thiel, Helmut, Scholia D in Iliadem, (Köln: Universitäts- und Stadt Bibliothek, 2014), p. 21.

Leave a comment