1.1 (τ.a.i) Greek

Xenophanes the Geologist (Greek text) in: EuropeGreek

Ξενοφάνης δὲ ὁ Κολοφώνιος Ὀρθομένους υἱός· οὗτος ἕως Κύρου διέμεινεν. οὗτος ἔφη πρῶτος ἀκαταληψίαν εἶναι πάντων, εἰπὼν οὕτως·
εἰ γὰρ καὶ τὰ μάλιστα τύχῃ τετελεσμένον εἰπών,
αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ’ ἐπὶ πᾶσι τέτυκται.
λέγει δὲ ὅτι οὐδὲν γίνεται οὐδὲ φθείρεται οὐδὲ κινεῖται καὶ ὅτι ἓν τὸ πᾶν ἐστιν ἔξω μεταβολῆς. φησὶ δὲ καὶ τὸν θεὸν εἶναι ἀίδιον καὶ ἓνα καὶ ὅμοιον πάντῃ καὶ πεπερασμένον καὶ σφαιροειδῆ καὶ πᾶσι τοῖς μορίοις αἰσθητκόν. τὸν δὲ ἥλιον ἐκ μικρῶν πυριδίων ἀθροιζομένων γίνεσθαι καθ’ ἑκάστην ἡμέραν· τὴν δὲ γῆν ἄπειρον εἶναι καὶ μήτε ὑπ’ ἀέρος μήτε ὑπὸ τοῦ οὐρανοῦ περιέχεσθαι. καὶ ἀπείρους ἡλίους εἶναι καὶ σελήνας, τὰ δὲ πάντα εἶναι ἐκ γῆς. οὗτος τὴν θάλασσαν ἁλμυρὰν ἔφη διὰ τὸ πολλὰ μίγματα συρρέειν ἐν αὐτῇ· ὁ δὲ Μητρόδωρος διὰ τὸ ἐν τῇ γῇ διηθεῖσθαι, τούτου χάριν γίνεσθαι ἁλμυράν.
Ὁ δὲ Ξενοφάνης μίξιν τῆς γῆς πρὸς τὴς θάλασσαν γίνεσθαι δοκεῖ καὶ τῷ χρόνῳ ὑπὸ τοῦ ὑγροῦ λύεσθαι, φάσκων τοιαύτας ἔχειν ἀποδείξεις, ὅτι ἐν μέσῃ γῇ καὶ ὄρεσιν εὑρίσκονται κόγχαι· καὶ ἐν Συρακούσαις δὲ ἐν ταῖς λατομίαις λέγει εὑρῆσθαι τύπον ἰχθύος [καὶ φωκῶν], ἐν δὲ Πάρῳ τύπον ἀφύης ἐν τῷ βάθει τοῦ λίθου, ἐν δὲ Μελίτῃ πλάκας <φωκῶν καὶ> συμπάτων τῶν θαλασσίων. ταῦτα δέ φησι γενέσθαι ὅτε πάντα ἐπηλώθησαν πάλαι, τὸν δὲ τύπον ἐν τῷ πηλῷ ξηρανθῆναι. ἀναιρεῖσθαι δὲ τοὺς ἀνθρώπους πάντας, ὅταν ἡ γῆ κατενεχθεῖσα εἰς τὴν θάλασσαν πηλὸς γένηται· εἶτα πάλιν ἄρχεσθαι τῆς γενέσεως, καὶ ταύτην πᾶσι τοῖς κόσμοις γίνεσθαι καταβολήν.

(τ.a.i) Greek(τ.a.ii) MacMahon (1885)(τ.a.iii) Secondary sources

– Marcovich, Miroslav, Hippolytus Refutatio Omnium Haeresium, (Berlin: Walter de Gruyter, 1986), pp. 73-74.

– Wendland, Paul, Hippolytus Werke, Dritter Band: Refutatio Omnium Haeresium, (Leipzig: J. C. Hinrichs’sche Buchhandlung, 1916), pp. 17-18. [This source is in the public domain; download here].

– Diels, Hermann, Die Fragmente der Vorsokratiker, (Berlin: Weidmannsche Buchhandlung, 1903), pp. 46-47. [This source is in the public domain; download here].

Leave a comment